ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ5grc_tcg

1Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά·2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησενἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.3Πορνεία δὲ καὶπᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·4καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία,τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία.5Τοῦτο γάρἐστεγινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης,ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.

Walk as Children of Light

6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆςἀπειθείας.7Μὴ οὖνγίνεσθεσυμμέτοχοι αὐτῶν·8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε—9ὁ γὰρ καρπὸς τοῦπνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ—10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ·11καὶ μὴσυγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·12τὰ γὰρ κρυφῇγινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.13Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.14Διὸ λέγει,
Ἔγειρε ὁ καθεύδωνκαὶ ἀνάστα ἐκ τῶν νεκρῶν,καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15Βλέπετε οὖνπῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί,16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.17Διὰ τοῦτο μὴγίνεσθε ἄφρονες, ἀλλὰσυνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,19λαλοῦντες ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντεςἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί,21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳΧριστοῦ.

Wives and Husbands

22Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσινὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.23Ὅτιἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας,καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.24Ἀλλ᾽ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖςἰδίοις ἀνδράσιν ἐν παντί.25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκαςἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·26ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,27ἵνα παραστήσῃαὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.28Οὕτως ὀφείλουσινοἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ·29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκαἐμίσησεν,ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁΚύριος τὴν ἐκκλησίαν·30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ,ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.31Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρααὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεταιπρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.32Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.33Πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.