EPH5grc_sbl
1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶςκαὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.3Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσαἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.5τοῦτο γὰρ ⸀ἴστεγινώσκοντες ὅι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,9ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,12τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.15Βλέπετε οὖν ⸂ἀκριβῶς πῶςπεριπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετετί τὸ θέλημα τοῦ κυρίου·18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,19λαλοῦντες ⸀ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντεςτῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.22Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσινὡς τῷ κυρίῳ,23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸςσωτὴρ τοῦ σώματος.24ἀλλὰ ⸀ὡςἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖςἀνδράσιν ἐν παντί.25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκαςκαθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,27ἵνα παραστήσῃ ⸀αὐτὸςἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.28οὕτως ὀφείλουσιν ⸀καὶοἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸςτὴν ἐκκλησίαν,30ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ31ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν⸀πατέρακαὶ ⸀τὴνμητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶαὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.33πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.