ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ3grc_tcg

Paul's Ministry to the Gentiles

1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,3ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,4πρὸς ὃ δύνασθεἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ·5ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι·6εἶναι τὰ ἔθνησυγκληρονόμα καὶσύσσωμα καὶσυμμέτοχα τῆς ἐπαγγελίαςαὐτοῦ ἐντῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου,7οὗἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ,τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.8Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντωνἁγίων ἐδόθη ἡ χάρις αὕτη,ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαιτὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ,9καὶ φωτίσαιπάντας τίς ἡοἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντιδιὰ Ἰησοῦ Χριστοῦ,10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶτὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.13Διὸ αἰτοῦμαι μὴἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.

Prayer for the Ephesians to Know the Love of Christ

14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρατοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,16ἵναδῴη ὑμῖν, κατὰτὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν·18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶβάθος καὶ ὕψος,19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.