Ephesians3grc_f35
1Τούτου χάριν ἐγώ, Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦὑπὲρ ὑμῶν τῶν ἐθνῶν—2εἴ γεἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,3ὅτικατὰ ἀποκάλυψιν ἐγνώρισένμοι τὸ μυστήριον (καθὼς προέγραψα ἐν ὀλίγῳ,4πρὸς ὃ δύνασθε, ἀναγινώσκοντες, νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ),5ὃἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐνΠνεύματι·6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦἐν τῷ Χριστῷδιὰ τοῦ εὐαγγελίου,7οὗ ἐγενόμηνδιάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάνμοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.8Ἐμοί, τῷ ἐλαχιστοτέρῳ πάντωνἁγίων, ἐδόθη ἡ χάρις αὕτη, ἐντοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτοντοῦ Χριστοῦ,9καὶ φωτίσαι πάνταςτίς ἡ οἰκονομίατοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ·10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐνΧριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴνπροσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.13Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖνἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.