Ephesians2grc_f35

Our position in Christ

1Καὶ ὑμᾶς,ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις,2ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν Αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεντέκνα φύσειὀργῆς, ὡς καὶ οἱ λοιποί.4Ὁ δὲ Θεός—πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν—συνεζωοποίησεν τῷ Χριστῷ (χάριτί ἐστε σεσωσμένοι)6καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτοντῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.8Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, διὰ τῆςπίστεως—καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον—9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.10Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Once far, now near in Christ

11Διό, μνημονεύετε ὅτι ὑμεῖς ποτετὰ ἔθνη ἐν σαρκί—οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς (ἐν σαρκὶ χειροποιήτου)—12ὅτι ἦτε ἐντῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.13Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητεἐν τῷ αἵματι τοῦ Χριστοῦ.

Two into one

14Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχοντοῦ φραγμοῦ λύσας,15τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷεἰς ἕνα καινὸν ἄνθρωπον (ποιῶν εἰρήνην),16καὶ ἀποκαταλλάξῃτοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ (ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ).17Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν,τοῖς μακρὰν καὶτοῖς ἐγγύς,18ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.19Ἄρα οὖν, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰσυμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντοςἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ·21ἐν ᾧ πᾶσαοἰκοδομή, συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.