ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ3grc_tcg

Put On the New Self

1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.2Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.3Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.4Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.5Νεκρώσατε οὖν τὰ μέληὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶνεἰδωλολατρεία,6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐναὐτοῖς.8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰτὰ πάντα καὶ ἐν πᾶσι Χριστός.12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχναοἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην,πρᾳότητα, μακροθυμίαν·13ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁΧριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·14ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην,ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.15Καὶ ἡ εἰρήνη τοῦΘεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοιγίνεσθε.16Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς,καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐνχάριτι ᾄδοντες ἐντῇ καρδίᾳ ὑμῶν τῷΚυρίῳ.17Καὶ πᾶν ὅ τιἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷκαὶ πατρὶ δι᾽ αὐτοῦ.

Rules for Christian Households

18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖςἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρἐστιν εὐάρεστονἐν Κυρίῳ.21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐνὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸνΘεόν·23καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·24εἰδότες ὅτι ἀπὸ Κυρίουλήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷγὰρ Κυρίῳ Χριστῷ δουλεύετε.25δὲ ἀδικῶνκομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστιπροσωποληψία.