Things above vs things below
1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος·2τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς,3ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷΘεῷ.4Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν,τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.5Νεκρώσατε οὖν τὰ μέλη ὑμῶντὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία·6δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς.8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα—ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν—ἐκ τοῦ στόματος ὑμῶν.9Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν,11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰπάντα καὶ ἐν πᾶσιν Χριστός.Relationships among believers
12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ,χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα,μακροθυμίαν·13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃμομφήν—καθὼς καὶ ὁ Χριστὸςἐχαρίσατο ὑμῖν,οὕτως καὶ ὑμεῖς·14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτιςἐστὶν σύνδεσμος τῆς τελειότητος.15Καὶ ἡ εἰρήνη τοῦ Θεοῦβραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.16Ὁ λόγος τοῦ Χριστοῦἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς καὶὕμνοις καὶᾠδαῖς πνευματικαῖς ἐνχάριτι ᾄδοντες ἐν τῇ καρδίᾳὑμῶν τῷ Κυρίῳ.17Καὶ πᾶν ὅ τιἂνποιῆτε ἐν λόγῳ ἢ ἐνἔργῳ, πάντα ἐν ὀνόματιΚυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶΠατρὶ δι᾿ αὐτοῦ.Household relationships
18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοιςἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γάρ ἐστιν εὐάρεστονἐνΚυρίῳ.21Οἱ πατέρες, μὴ ἐρεθίζετετὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαιςὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.23Καὶ πᾶν ὅ τιἐὰνποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,24εἰδότες ὅτιἀπὸ Κυρίου λήψεσθετὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρΚυρίῳ Χριστῷ δουλεύετε.25(Ὁ δὲἀδικῶν κομιεῖταιὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωποληψία.)