COL2grc_f35

A wealth of confident understanding

1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ,καὶ ὅσοι οὐχ ἑωράκασιντὸ πρόσωπόν μου ἐν σαρκί,2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντωνἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτοντῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦΧριστοῦ,3ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆςγνώσεως ἀπόκρυφοι.4Τοῦτο δὲλέγω ἵνα μή τιςὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.6Ὡς οὖν παρελάβετε τὸν Χριστόν, Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇπίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇἐν εὐχαριστίᾳ.

Christ vs ‘the world’

8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν.9Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ Πλήρωμα τῆς Θεότητος σωματικῶς,10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·11ἐν ᾧ καὶ περιετμήθητε, περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶντῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,12συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι·ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶννεκρῶν.13Καὶ ὑμᾶς, νεκροὺς ὄνταςτοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν—συνεζωοποίησεν ὑμᾶςσὺν αὐτῷ· χαρισάμενος ἡμῖνπάντα τὰ παραπτώματα·14ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον (τοῖς δόγμασιν) ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκενἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ·15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

Don’t be disqualified!

16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίαςἢ σαββάτων,17ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμαΧριστοῦ.18Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακενἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶνκαὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.20Εἰ οὖν ἀπεθάνετεσὺνΧριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί, ὡς ζῶντες ἐν κόσμῳ, δογματίζεσθε21—«Μὴ ἅψῃ, μηδὲγεύσῃ, μηδὲ θίγῃς»22(ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει) κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;23Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳκαὶ ταπεινοφροσύνῃ καὶἀφειδίᾳσώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.