Saul of Tarsus
1Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,2ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.Jesus chooses Saul
3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνηςπεριήστραψεν αὐτὸν φῶςἀπὸτοῦ οὐρανοῦ·4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, «Σαούλ, Σαούλ, τί με διώκεις;»5Εἶπεν δέ, «Τίς εἶ, Κύριε;» Ὁ δὲ Κύριος εἶπεν,«Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις·6ἀλλὰἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοιτί σε δεῖ ποιεῖν.»7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί,ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.8Ἠγέρθη δὲ ὁΣαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τετῶν ὀφθαλμῶν αὐτοῦ, οὐδέναἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.Ananias sent to Saul
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας,καὶ εἶπεν πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι,«Ἀνανία.» Ὁ δὲ εἶπεν, «Ἰδοὺ ἐγώ, Κύριε.»11Ὁ δὲ Κύριος πρὸς αὐτόν· «Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,12καὶ εἶδεν ἐν ὁράματι ἄνδραἈνανίαν ὀνόματιεἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα,ὅπως ἀναβλέψῃ.»13Ἀπεκρίθη δὲἈνανίας· «Κύριε, ἀκήκοαἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σουἐν Ἱερουσαλήμ.14Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.»15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστινοὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶνκαὶ βασιλέων, υἱῶν τε Ἰσραήλ·16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.»17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπεν, «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέν με,ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇςΠνεύματος Ἁγίου.»18Καὶ εὐθέως ἀπέπεσονἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦὡσεὶλεπίδες, ἀνέβλεψέν τε παραχρῆμα·καὶ ἀναστὰς ἐβαπτίσθη,19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλοςμετὰ τῶνἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.Saul starts preaching
20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν,ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν ὁ πορθήσας, ἐνἹερουσαλήμ, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν,ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃἐπὶ τοὺς ἀρχιερεῖς.»22Σαῦλοςδὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεντοὺςἸουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.Saul escapes death
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουντετὰς πύλας ἡμέρας τεκαὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·25λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶνυκτός, καθῆκαν διὰ τοῦ τείχους,χαλάσαντες ἐν σπυρίδι.Barnabas vouches for Saul
26Παραγενόμενος δὲ ὁ ΣαῦλοςἐνἹερουσαλήμ, ἐπειρᾶτοκολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεντὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ ΚυρίουἸησοῦ.28Καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενοςἐνἹερουσαλήμ, καὶπαρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.29Ἐλάλειτε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτὸν.30Ἐπιγνόντεςδὲ οἱ ἀδελφοί, κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλανεἰς Ταρσόν.A brief respite
31Αἱ μὲν οὖν ἐκκλησίαικαθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχονεἰρήνην οἰκοδομούμεναι· καὶ πορευόμεναιτῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.Peter’s ministry
32Ἐγένετο δέ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.Peter heals Aeneas
33Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματιἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ,ὃς ἦν παραλελυμένος.34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· «Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁΧριστός. Ἀνάστηθι καὶ στρῶσον σεαυτῷ.» Καὶ εὐθέως ἀνέστη.35Καὶ εἶδοναὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδανκαὶ τὸνἈσσάρωνα,οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.Peter raises Dorcas
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά,ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργωνκαὶ ἐλεημοσυνῶν ὧν ἐποίει.37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκανἐν τῷὑπερῴῳ.38Ἐγγὺς δὲ οὔσης Λύδδηςτῇ Ἰόππῃ, οἱ μαθηταί, ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλανπρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαιδιελθεῖν ἕως αὐτῶν.39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς.40Ἐκβαλὼν δὲ ἔξω πάντας, ὁ Πέτροςθεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, «Ταβηθά,ἀνάστηθι.» Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.41Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.42Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσανἐπὶ τὸν Κύριον.43Ἐγένετο δὲ αὐτὸν ἡμέρας ἱκανὰς μεῖναιἐν Ἰόππῃ παρά τινι Σίμωνι, βυρσεῖ.