Acts8grc_f35

1Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲδιεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.2(Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποιήσαντοκοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.)3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν· κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν.4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.

Philip’s ministry

5Φίλιππος δέ, κατελθὼν εἰςπόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν·6προσεῖχον δὲοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.7Πολλῶνγὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃἐξήρχετο,πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.8Καὶ ἐγένετοχαρὰ μεγάληἐν τῇ πόλει ἐκείνῃ.

Simon the sorcerer

9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων καὶ ἐξιστῶντὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,10ᾧ προσεῖχον,ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, «Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, ἡμεγάλη.»11Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαιςἐξεστακέναιαὐτούς.12Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ τὰπερὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος,Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο, ἄνδρες τε καὶ γυναῖκες.13Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖαγινόμενα,ἐξίστατο.14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸνΠέτρον καὶ Ἰωάννην,15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα Ἅγιον,16οὔπωγὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ,Ἰησοῦ.17Τότε ἐπετίθουντὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.18Θεασάμενοςδὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον,προσήνεγκεν αὐτοῖς χρήματα,19λέγων, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂνἐπιθῶ τὰς χεῖρας λαμβάνῃΠνεῦμα Ἅγιον.»20Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισαςδιὰ χρημάτων κτᾶσθαι.21Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίοντοῦ Θεοῦ.22Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ,εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.»24Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, «Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον,ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.»25Οἱ μὲν οὖν διαμαρτυράμενοικαὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψανεἰς Ἱερουσαλήμ·πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.

The Ethiopian treasurer

26Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, «Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.»27Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ, εὐνοῦχος, δυνάστης Κανδάκης τῆςβασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθειπροσκυνήσων εἰς Ἱερουσαλήμ28—ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεντὸν προφήτην Ἡσαΐαν.29Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, «Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.»30Προσδραμὼνδὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν,καὶ εἶπεν, «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;»31Ὁ δὲ εἶπεν, «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τιςὁδηγήσῃμε;» Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.32Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντοςαὐτὸν ἄφωνος, οὕτωςοὐκ ἀνοίγειτὸ στόμα αὐτοῦ.33Ἐν τῇ ταπεινώσει αὐτοῦἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲγενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.»34Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;»35Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.36Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· «Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι;»38Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.39Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.