ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ7grc_tcg

Stephen's Speech to the Council

1Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰἄρα ταῦτα οὕτως ἔχει;2Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,3καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰςγῆν ἣν ἄν σοι δείξω.4Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατοδοῦναι αὐτῷ εἰς κατάσχεσιναὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.6Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια.7Καὶ τὸ ἔθνος, ᾧἐὰνδουλεύσωσι, κρινῶ ἐγώ,εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.8Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ,10καὶἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶὅλον τὸν οἶκον αὐτοῦ.11Ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴνγῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχεὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.12Ἀκούσας δὲ Ἰακὼβ ὄντασῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον.13Καὶ ἐν τῷ δευτέρῳἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένοςτοῦ Ἰωσήφ.14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατοτὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴνσυγγένειαν, ἐνψυχαῖς ἑβδομήκοντα πέντε.15Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν·16καὶ μετετέθησαν εἰςΣυχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματιὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶνἘμμὸρτοῦΣυχέμ.17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίαςἧςὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,18ἄχρις οὗ ἀνέστη βασιλεὺςἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.19Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέραςἡμῶν, τοῦ ποιεῖνἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.20Ἐν ᾧ καιρῷ ἐγεννήθηΜωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦπατρός.21Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.22Καὶ ἐπαιδεύθηΜωσῆςπάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶἔργοις.23Ὡς δὲ ἐπληροῦτο αὐτῷτεσσαρακονταετὴς χρόνος, ἀνέβηἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.24Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον·25ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺςαὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιναὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.26Τῇτε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶσυνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστεὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;27Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατοαὐτόν, εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ἡμᾶς;28Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλεςχθὲς τὸν Αἰγύπτιον;29Ἔφυγε δὲΜωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.30Καὶ πληρωθέντων ἐτῶντεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελοςΚυρίου ἐνφλογὶ πυρὸς βάτου.31Ὁ δὲΜωσῆς ἰδὼνἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίουπρὸς αὐτόν,32Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενοςΜωσῆς οὐκ ἐτόλμα κατανοῆσαι.33Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόποςἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.34Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦαὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο,ἀποστελῶ σε εἰς Αἴγυπτον.35Τοῦτον τὸνΜωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸςἄρχοντα καὶ λυτρωτὴνἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.36Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐνγῇΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτητεσσαράκοντα.37Οὗτός ἐστινΜωσῆς ὁεἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσειΚύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡςἐμέ.38Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατολόγον ζῶντα δοῦναιἡμῖν·39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν,ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαντῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον,40εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρΜωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τίγέγονεν αὐτῷ.41Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.42Ἔστρεψε δὲ ὁ Θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ,καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφάν,τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦντοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷΜωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει.45Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶνΔαυίδ·46ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷΘεῷ Ἰακώβ.47Σολομῶν δὲᾠκοδόμησεν αὐτῷ οἶκον.48Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοιςναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
49Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος·ἢ τίς τόπος τῆς καταπαύσεώς μου;50Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
51Σκληροτράχηλοι καὶ ἀπερίτμητοιτῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖςγεγένησθε·53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

The Stoning of Stephen

54Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν.55Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,56καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺςἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶνἑστῶτα τοῦ Θεοῦ.57Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν·58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.59Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.60Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖςτὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.