Stephen’s discourse
1Εἶπεν δὲ ὁ ἀρχιερεύς, «Εἰ ἄραταῦτα οὕτως ἔχει;»2Ὁ δὲ ἔφη· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἁβραὰμὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,3καὶ εἶπεν πρὸς αὐτόν, ‹Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκτῆς συγγενείας σου, καὶ δεῦρο εἰςγῆν ἣν ἄν σοι δείξω.›4Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐνΧαρράν.Κἀκεῖθεν,μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεναὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός. Καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν εἰς κατάσχεσιν αὐτῷ,καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.6Ἐλάλησεν δὲ οὕτωςὁ Θεός· ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ—καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν—ἔτη τετρακόσια.7‹Καὶ τὸ ἔθνος ᾧἐὰν δουλεύσωσινκρινῶ ἐγώ,› εἶπεν ὁ Θεός,‹καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.›8Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτωςἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁἸσαὰκ τὸν Ἰακώβ, καὶ ὁἸακὼβ τοὺς δώδεκα πατριάρχας.Down to Egypt
9»Καὶ οἱ πατριάρχαι, ζηλώσαντες, τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ10καὶ ἐξείλετοαὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραώ, βασιλέως Αἰγύπτου· καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶὅλον τὸν οἶκον αὐτοῦ.11Ἦλθεν δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτουκαὶ Χαναάν, καὶ θλῖψις μεγάλη, καὶ οὐχεὕρισκονχορτάσματα οἱ πατέρες ἡμῶν.12Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖταἐν Αἰγύπτῳ,ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον.13Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷΦαραὼ τὸ γένος τοῦἸωσήφ.14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦκαὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ,ἐν ἑβδομήκοντα πέντε ψυχαῖς.15Κατέβη δὲἸακὼβ εἰς Αἴγυπτον· καὶ ἐτελεύτησεν, αὐτὸς καὶ οἱ πατέρες ἡμῶν·16καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃὠνήσατο Ἁβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἘμμὼρτοῦΣυχέμ.Enter Moses
17»Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσενὁ Θεὸς τῷ Ἁβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,18ἄχριςοὗ ἀνέστη βασιλεὺς ἕτεροςὃς οὐκ ᾔδειτὸν Ἰωσήφ.19Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν,τοῦ ποιεῖν ἔκθετα τὰ βρέφηαὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι.20Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς,καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.21Ἐκτεθέντα δὲ αὐτὸνἀνείλετοἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.22Καὶ ἐπαιδεύθη Μωϋσῆςπάσῃσοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοιςκαὶἔργοις.23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴςχρόνος, ἀνέβη ἐπὶτὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ.24Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησενἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.25Ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν,οἱ δὲ οὐ συνῆκαν.26Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεναὐτοὺς εἰς εἰρήνην, εἰπών, ‹Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς·ἵνα τί ἀδικεῖτεἀλλήλους;›27Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο τοῦτονεἰπών· ‹Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς;28Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;›29Ἔφυγεν δὲ Μωσῆςἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.Moses commissioned
30»Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα,ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινᾶ ἄγγελος Κυρίου,ἐν φλογὶ πυρὸς βάτου.31Ὁ δὲ Μωσῆςἰδὼν ἐθαύμασεντὸ ὅραμα, προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·32‹Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου—ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ ΘεὸςἸσαὰκ καὶ ὁ ΘεὸςἸακώβ.› Ἔντρομος δὲ γενόμενος Μωϋσῆς,οὐκ ἐτόλμα κατανοῆσαι.33Εἶπεν δὲ αὐτῷ ὁ Κύριος· ‹Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐνᾧ ἕστηκας γῆ ἁγία ἐστίν.34Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο, ἀποστελῶσε εἰς Αἴγυπτον.›35»Τοῦτον τὸν Μωϋσῆνὃν ἠρνήσαντο εἰπόντες, ‹Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;›—τοῦτον ὁ Θεὸςἀρχηγὸνκαὶ λυτρωτὴν ἀπέστειλενἐνχειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.36Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳκαὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.Israel’s rebellion
37»Οὗτός ἐστινΜωϋσῆςὁ εἰπὼντοῖς υἱοῖς Ἰσραήλ, ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριοςὁ Θεὸς ἡμῶνἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.›38Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγιαζῶντα δοῦναι ἡμῖν·39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν·ἀλλ᾿ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳαὐτῶν εἰς Αἴγυπτον,40εἰπόντες τῷ Ἀαρών, ‹Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆςοὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου—οὐκ οἴδαμεν τί γέγονεναὐτῷ.›41Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντοἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.42Ἔστρεψεν δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν Βίβλῳ τῶν Προφητῶν· ‹Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέμοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα,οἶκος Ἰσραήλ;43Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν,Ῥεφφάν,τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.›A dwelling for God
44»Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦντοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·45ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν, μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·46ὃς εὗρεν χάριν ἐνώπιοντοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ΘεῷἸακώβ·47Σολομὼν δὲ ᾠκοδόμησεναὐτῷοἶκον.48Ἀλλ᾿ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖςκατοικεῖ, καθὼς ὁ προφήτης λέγει·49‹Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι,› λέγει Κύριος, ‹ἢ τίς τόπος τῆς καταπαύσεώς μου;50Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;›Stephen attacks
51»Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.»Stephen is martyred
54Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.55Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,56καὶ εἶπεν, «Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένουςκαὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ.»57Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν,58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. (Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτιαπαρὰ τοὺς πόδας νεανίουκαλουμένου Σαύλου.)59Καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα, «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.»60Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.»Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. (Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.)