Ananias and Sapphira
1Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρατῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς,συνειδυίαςκαὶ τῆς γυναικὸς αὐτοῦ·καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.3Εἶπεν δὲΠέτρος· «Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι σεἀπὸ τῆς τιμῆς τοῦ χωρίου;4Οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ.»5Ἀκούων δὲ ὁἈνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. (Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.)6Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν.8Ἀπεκρίθη δὲ αὐτῇὁΠέτρος, «Εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.» Ἡ δὲ εἶπεν, «Ναί, τοσούτου.»9Ὁ δὲ Πέτρος εἶπενπρὸς αὐτήν· «Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσίν σε.»10Ἔπεσεν δὲ παραχρῆμα παρὰτοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.11Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.The Apostles distinguish themselves
12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετοσημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά·καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶνος.13Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.14Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθηἀνδρῶν τε καὶ γυναικῶν,15ὥστε κατὰτὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶνκαὶ κραββάτων,ἵνα ἐρχομένου τοῦΠέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃτινὶ αὐτῶν.16Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰςἹερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶἐθεραπεύοντο ἅπαντες.Sadducees vs Apostles
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ (ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων)·ἐπλήσθησαν ζήλου18καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶνἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.19Ἄγγελος δὲ Κυρίου διὰ τῆςνυκτὸς ἤνοιξεντὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν,20«Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.»21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.22Οἱ δὲ παραγενόμενοι ὑπηρέταιοὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν,23λέγοντες ὅτι «Τὸ μὲνδεσμωτήριον εὕρομεν κεκλεισμένον ἐνπάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακαςἑστῶτας πρὸτῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.»24Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁστρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς,διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.25Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖςὅτι «Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.»26Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεναὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵναμὴ λιθασθῶσιν.27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ· καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς28λέγων· «Οὐπαραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδού, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.»Apostles infuriate Sadducees
29Ἀποκριθεὶς δὲΠέτρος καὶ οἱ ἀπόστολοι εἶπον·«Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.30Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθεκρεμάσαντες ἐπὶ ξύλου.31Τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ,δοῦναι μετάνοιαν τῷ Ἰσραήλ, καὶ ἄφεσιν ἁμαρτιῶν.32Καὶ ἡμεῖς ἐσμεν αὐτοῦμάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲτὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.»Gamaliel counsels Sadducees
33Οἱ δὲ ἀκούοντεςδιεπρίοντο καὶ ἐβουλεύοντοἀνελεῖν αὐτούς.34Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ (Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ), ἐκέλευσεν ἔξω βραχύ τιτοὺς ἀποστόλους,ποιῆσαι.35Εἶπέν τε πρὸς αὐτούς· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν.36Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν·ᾧ προσεκλίθηἀριθμὸς ἀνδρῶνὡςτετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.37Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν λαὸν ἱκανὸνὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.38Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατεαὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·39εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθεκαταλῦσαι αὐτό—μήποτε καὶ θεομάχοι εὑρεθῆτε.»Sadducees beat and threaten Apostles
40Ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δήραντεςπαρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.41Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦἀτιμασθῆναι.42Πᾶσαν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκ ἐπαύοντοδιδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.