Acts4grc_f35

Peter and John arrested

1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλεινἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶννεκρῶν.3Καὶ ἐπέβαλοναὐτοῖς τὰς χεῖρας καὶ ἔθεντοεἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.4(Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶχιλιάδες πέντε.)5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶπρεσβυτέρους καὶγραμματεῖς, ἐνἹερουσαλήμ,6καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον,καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.7Καὶ στήσαντες αὐτοὺς ἐνμέσῳ ἐπυνθάνοντο· «Ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;»

Peter’s defense

8Τότε Πέτρος, πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ·9Εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,10γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.11Οὗτός ἐστιν ‹ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν, τῶν οἰκοδομούντων,ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.›12Καί, οὐκ ἔστιν ἐν ἄλλῳοὐδενὶ ἡ σωτηρία, οὐδὲγὰρ ὄνομα ἕτερόν ἐστινὑπὸ τὸν οὐρανόν,τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.»

Rulers impressed

13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον· ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.14Τὸν δὲἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτατεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλονπρὸς ἀλλήλους16λέγοντες· «Τί ποιήσομεντοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾿ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.17Ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇἀπειλησώμεθααὐτοῖςμηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπῳ.»

They are forbidden to use the name ‘Jesus’

18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖςτὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον·«Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομενκαὶ ἃἠκούσαμεν, μὴ λαλεῖν.»21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονταιαὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι·22ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκονταὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνειτὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

The reaction of the believers

23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀνήγγειλανὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον·«Δέσποτα, σὺ ὁ Θεός,ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς·25διὰστόματος Δαυὶδπαιδός σου εἰπών· ‹Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.›27Συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείαςἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σουπροώρισεν γενέσθαι.29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,30ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σεεἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ.»31Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίουκαὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡκαρδία καὶ ἡψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά.33(Καὶ δυνάμει μεγάλῃἀπεδίδουν οἱ ἀπόστολοι τὸ μαρτύριοντῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ.)Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς,34οὐδὲ γὰρ ἐνδεής τις ἦνἐν αὐτοῖς—ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτοδὲ ἑκάστῳ καθότι ἄντις χρείαν εἶχεν.36Ἰωσῆςδέ, ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸτῶν ἀποστόλων (ὅ ἐστιν, μεθερμηνευόμενον, ‹Υἱὸς παρακλήσεως›), Λευΐτης, Κύπριος τῷ γένει,37ὑπάρχοντος αὐτῷἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰτοὺς πόδας τῶν ἀποστόλων.