Acts27grc_f35

Paul sent to Rome

1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ, σπείραςΣεβαστῆς.2Ἐπιβάντες δὲ πλοίῳ Ἀτραμυτινῷ,μέλλοντεςπλεῖντοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν· ὄντος σὺν ἡμῖν Ἀριστάρχου, Μακεδόνος Θεσσαλονικέως.3Τῇ τεἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπωςτε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺςφίλους πορευθένταἐπιμελείας τυχεῖν.4Κἀκεῖθεν ἀναχθέντες, ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.5Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήχθημενεἰς Μύρα τῆς Λυκίας.6Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχοςπλοῖον Ἀλεξανδρῖνονπλέον εἰςἸταλίαν, ἐνεβίβασενἡμᾶς εἰς αὐτό.7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην·8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλιςΛασαία.

A difference of opinion

9Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν Νηστείαν ἤδη παρεληλυθέναι· παρῄνει ὁ Παῦλος10λέγων αὐτοῖς, «Ἄνδρες, θεωρῶὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φόρτουκαὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.»11Ὁ δὲ ἑκατόνταρχοςτῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλονἢ τοῖς ὑπὸ τοῦΠαύλου λεγομένοις.12Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείουςἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν,εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.

The storm

13Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.14Μετ᾿ οὐ πολὺ δέ, ἔβαλεν κατ᾿ αὐτῆς ἄνεμος τυφωνικός (ὁ καλούμενος Εὐροκλύδων).15Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντεςἐφερόμεθα.16Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην,μόλις ἰσχύσαμενπερικρατεῖς γενέσθαι τῆς σκάφης·17ἣν ἄραντες, βοηθείαιςἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτινἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.18Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.20Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶςτοῦ σῴζεσθαι ἡμᾶς.21Πολλῆς δὲἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· «Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.23Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω,24λέγων· ‹Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι. Καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.›25Διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾿ ὃν τρόπον λελάληταί μοι.26Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.»27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.28Καὶ βολίσαντες εὗρον ὀργυιὰςεἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε·29φοβούμενοί τε μή πῶςεἰςτραχεῖς τόπους ἐκπέσωμεν,ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντοἡμέραν γενέσθαι.30Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴραςμελλόντων ἀγκύραςἐκτείνειν·31εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, «Ἐὰν μὴ οὗτοι ἐν τῷ πλοίῳ μείνωσιν,ὑμεῖς σωθῆναι οὐ δύνασθε.»32Τότε οἱ στρατιῶται ἀπέκοψαντὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.33Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραγίνεσθαι,παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· «Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες—ἄσιτοι διατελεῖτε,μηδὲνπροσλαβόμενοι.34Διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖντροφῆς, τοῦτο γὰρ πρὸς τῆς ἡμετέραςσωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκτῆς κεφαλῆς πεσεῖται.»35Εἰπὼνδὲ ταῦτα καὶ λαβὼν ἄρτον, εὐχαρίστησεντῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν.36Εὔθυμοι δὲ γενόμενοι πάντεςκαὶ αὐτοὶ προσελάβοντο τροφῆς.37(Ἦμενδὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί,διακόσιαι ἑβδομήκοντα ἕξ.)38Κορεσθέντες δὲτροφῆς, ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουνἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο,εἰ δυνατόν,ἐξῶσαι τὸ πλοῖον.40Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονατῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.41Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαντὴν ναῦν·καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμενενἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετοὑπὸ τῆς βίας τῶν κυμάτων.42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.43Ὁ δὲ ἑκατόνταρχος,βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματοςἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψανταςπρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,44καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.