Acts26grc_f35

Paul’s defense

1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, «Ἐπιτρέπεταί σοι ὑπὲρσεαυτοῦ λέγειν.» Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα·2«Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον,3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶντε καὶ ζητημάτων· διὸ δέομαί σουμακροθύμως ἀκοῦσαί μου.4Τὴν μὲν οὖν βίωσίν μου τὴνἐκ νεότητος, τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνειμου ἐνἹεροσολύμοις, ἴσασιν πάντες οἱἸουδαῖοι,5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.6Καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς πρὸςτοὺς πατέραςἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳνύκτα καὶ ἡμέραν λατρεῦον,ἐλπίζει καταντῆσαι. Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, Βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.8Τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;

How he persecuted Christians

9»Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺςτῶν ἁγίων ἐγὼφυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τεαὐτῶν κατήνεγκα ψῆφον.11Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

How Jesus chose him

12»Ἐν οἷς καὶπορευόμενος εἰςΔαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰτῶν ἀρχιερέων,13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον,βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.14Πάντων δὲκαταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαντῇ Ἑβραΐδι διαλέκτῳ· ‹Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.›15Ἐγὼ δὲ εἶπον,‹Τίς εἶ, Κύριε;› Ὁ δὲεἶπεν· ‹Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις.16Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδεςὧν τε ὀφθήσομαί σοι,17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶτῶν ἐθνῶν, εἰς οὓς ἐγώσε ἀποστέλλω·18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαιἀπὸ σκότους εἰς φῶς καὶτῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις, πίστει τῇ εἰς ἐμέ.›19Ὅθεν, ΒασιλεῦἈγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ20—ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτονκαὶ Ἱεροσολύμοις, εἰςπᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλω·‹μετανοεῖνκαὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.›21Ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοιἐντῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.22Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰτοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενοςμικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαικαὶ Μωϋσῆς23—εἰ παθητὸς ὁ Χριστός· εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλεικαταγγέλλειν τῷ τελαῷ καὶ τοῖς ἔθνεσιν.»

Festus interrupts

24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη·«Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.»25Ὁ δέ·«Οὐ μαίνομαι,» φησίν, «κράτιστε Φῆστε· ἀλλὰἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.26Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τιτούτων οὐπείθομαι οὐδέν,οὐγὰρἐν γωνίᾳ πεπραγμένον τοῦτο.27Πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.»28Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη,«Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.»29Ὁ δὲ Παῦλος εἶπεν,«Εὐξαίμηνἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ,οὐ μόνον σέ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώεἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.»30Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστηὁ βασιλεύς, καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς·31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι «Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶνπράσσειὁ ἄνθρωπος οὗτος.»32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, «Ἀπολελύσθαι ἐδύνατοὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητοΚαίσαρα.»