ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ25grc_tcg

Paul's Trial Before Festus

1Φῆστος οὖν ἐπιβὰς τῇἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸΚαισαρείας.2Ἐνεφάνισανδὲ αὐτῷὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλονἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.5Οἱ οὖνδυνατοὶ ἐν ὑμῖν, φησί,συγκαταβάντες, εἴ τί ἐστινἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέραςπλείους ἢ δέκα, καταβὰς εἰςΚαισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.7Παραγενομένου δὲ αὐτοῦ,περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέααἰτιώματαφέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,8ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.9Ὁ Φῆστος δὲτοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰςἹεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτωνκρίνεσθαιἐπ᾽ ἐμοῦ;10Εἶπε δὲ ὁ Παῦλος,Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲνἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.11Εἰ μὲνγὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.12Τότε ὁ Φῆστοςσυλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.

Festus Consults King Agrippa

13Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰςΚαισάρειαν,ἀσπασάμενοι τὸν Φῆστον.14Ὡς δὲ πλείους ἡμέραςδιέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστικαταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,15περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦδίκην.16Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπονεἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.17Συνελθόντων οὖναὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίανἐπέφερον ὧνὑπενόουν ἐγώ,19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.20Ἀπορούμενος δὲ ἐγὼτὴν περὶτούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰςἹερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗπέμψω αὐτὸν πρὸς Καίσαρα.22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστονἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

Paul Brought Before King Agrippa

23Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τετοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴνοὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.24Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱσυμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗπᾶν τὸ πλῆθος τῶν Ἰουδαίωνἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε,ἐπιβοῶντες μὴ δεῖνζῇν αὐτὸν μηκέτι.25Ἐγὼ δὲκαταλαβόμενος μηδὲν ἄξιονθανάτου αὐτὸν πεπραχέναι,καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειναὐτόν.26Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶτι γράψαι.27Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.