Acts25grc_f35

Festus

1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ,μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.2Ἐνεφάνισανδὲαὐτῷ οἱ ἀρχιερεῖςκαὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,3αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ—ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ,ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.5«Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν,» φησίν,«συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ,κατηγορείτωσαν αὐτοῦ.»6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέραςπλείους ἢ δέκα,καταβὰς εἰς Καισάρειαν· τῇ ἐπαύριον καθίσαςἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.7Παραγενομένου δὲ αὐτοῦ, περιέστησανοἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιάματαφέροντες κατὰ τοῦ Παύλουἃ οὐκ ἴσχυον ἀποδεῖξαι,8ἀπολογουμένου αὐτοῦὅτι «Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τιἥμαρτον.»9Ὁ Φῆστος δέ, τοῖς Ἰουδαίοις θέλωνχάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, «Θέλεις εἰς Ἱεροσόλυμαἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαιὑπ᾿ἐμοῦ;»10Εἶπεν δὲ ὁ Παῦλος· «Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.11Εἰ μὲν γὰρἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.»12Τότε ὁ Φῆστος, συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· «Καίσαρα ἐπικέκλησαι. Ἐπὶ Καίσαρα πορεύσῃ.»

Agrippa

13Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοιτὸν Φῆστον.14Ὡς δὲ πλείους ἡμέρας διέτριβονἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· «Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικοςδέσμιος,15περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειανπρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.17Συνελθόντων οὖν αὐτῶν ἐνθάδε,ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερονὧν ὑπενόουν ἐγώ,19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίαςεἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.20Ἀπορούμενος δὲ ἐγὼπερὶ τὴντούτωνζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμκἀκεῖ κρίνεσθαι περὶ τούτων.21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψωαὐτὸν πρὸς Καίσαρα.»22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη,«Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.» Ὁ δέ,«Αὔριον,» φησίν, «ἀκούσῃ αὐτοῦ.»23Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον,σύν τε τοῖςχιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν οὖσιντῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.24Καί φησιν ὁ Φῆστος· «Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες· θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶντὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντεςμὴ δεῖν ζῆν αὐτὸνμηκέτι.25Ἐγὼ δὲ καταλαβόμενοςμηδὲν ἄξιον θανάτου αὐτὸνπεπραχέναι, καὶαὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.26Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, Βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένηςσχῶ τι γράψαι.27Ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.»