Acts24grc_f35

Caesarea

Felix

1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρωνκαὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαντῷ ἡγεμόνικατὰ τοῦ Παύλου.2Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· «Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτωνγινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,3πάντῃτε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ,μετὰ πάσης εὐχαριστίας.4Ἵνα δὲ μὴ ἐπὶ πλέονσε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσινπᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν·8παρ᾿ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.»9Συνεπέθεντοδὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.10Ἀπεκρίθη δὲὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος, λέγειν· «Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιοντῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότεροντὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,11δυναμένου σου γνῶναιὅτι οὐ πλείους εἰσίν μοι ἡμέραιδεκαδύο,ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων ἐνἹερουσαλήμ.12Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασινποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.13Οὔτεπαραστῆσαιδύνανταιπερὶ ὧν νῦνκατηγοροῦσίν μου.14Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν Νόμον καὶ τοῖςΠροφήταις γεγραμμένοις,15ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν,δικαίων τε καὶ ἀδίκων.16Ἐν τούτῳ δὲαὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχωνπρός τετὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.17Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μουκαὶ προσφοράς,18ἐν οἷςεὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲςἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·19οὓς ἔδειἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.20Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαντί εὗρον ἐν ἐμοὶἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,21ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα,ἑστὼς ἐν αὐτοῖς,ὅτι ‹Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾿ὑμῶν.› »22Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς,ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἰπών,«Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ᾿ ὑμᾶς»·23διαταξάμενός τετῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον,ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαιαὐτῷ.24Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξσὺν Δρουσίλλῃ τῇ γυναικί,οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦνπίστεως.25Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι,ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, «Τὸ νῦν ἔχονπορεύου· καιρὸν δὲ μεταλαβὼνμετακαλέσομαί σε.»26Ἅμακαὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν·διὸ καὶ πυκνότερονμεταπεμπόμενος ὡμίλειαὐτῷ.27Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων δὲχάριταςκαταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεντὸν Παῦλον δεδεμένον.