Acts23grc_f35

1Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳεἶπεν, «Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.»2Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.3Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· «Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνωνμε κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι.»4Οἱ δὲ παρεστῶτες εἶπον,«Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;»5Ἔφη τε ὁ Παῦλος· «Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ,‹Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.› »6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Φαρισαίων, τὸ δὲ ἕτερον Σαδδουκαίων,ἔκραξενἐν τῷ συνεδρίῳ, «Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου·περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼκρίνομαι.»7Τοῦτο δὲ αὐτοῦ λαλήσαντος,ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων,καὶ ἐσχίσθη τὸ πλῆθος.8(Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μήτεἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.)9Ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντεςοἱ γραμματεῖςτοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, «Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲπνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.»10Πολλῆς δὲ γενομένης στάσεως,εὐλαβηθεὶςὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβῆναι καὶἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.

A plot exposed

11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπεν, «Θάρσει Παῦλε,ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖκαὶ εἰς Ῥώμην μαρτυρῆσαι.»12Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν,ἀνεθεμάτισαν ἑαυτοὺςμήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιντὸν Παῦλον.13Ἦσαν δὲ πλείους τεσσαράκονταοἱ ταύτην τὴν συνωμοσίανπεποιηκότες·14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖςπρεσβυτέροις εἶπον·«Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.15Νῦν οὖν, ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ, σὺν τῷ συνεδρίῳ, ὅπως αὔριονκαταγάγῃ αὐτὸνπρὸςὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.»16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον,παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ.17Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, «Τὸν νεανίαντοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γάρ τι ἀπαγγεῖλαιαὐτῷ.»18Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καί φησιν, «Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίανἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.»19Ἐπιλαβόμενος δὲ τῆς χειρός αὐτοῦ, ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο, «Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;»20Εἶπεν δὲ ὅτι «Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,ὡς μέλλοντέςτι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείουςτεσσαράκοντα,οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσινπροσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.»22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεντὸν νεανίανπαραγγείλας, «Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.»

Paul sent to Felix

23Καὶ προσκαλεσάμενος δύο τινὰςτῶν ἑκατοντάρχων εἶπεν· «Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντεςτὸν Παῦλον διασώσωσιν πρὸς Φήλικατὸν ἡγεμόνα.»25Γράψας ἐπιστολὴν περιέχουσαντὸν τύπον τοῦτον·26«Κλαύδιος Λυσίας, τῷ κρατίστῳ ἡγεμόνι Φήλικι·Χαίρειν.27Τὸν ἄνδρα τοῦτον συλληφθένταὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν· ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμηναὐτόν,μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.28Βουλόμενος δὲγνῶναιτὴν αἰτίαν δι᾿ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲνἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλεινἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων,ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰπρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο.»31Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆςνυκτὸς εἰς τὴν Ἀντιπατρίδα.32Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαισὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν.33Οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.34Ἀναγνοὺς δὲ ὁ ἡγεμὼνκαὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίαςἐστίν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας.35«Διακούσομαί σου,» ἔφη, «ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται.»Ἐκέλευσέν τεαὐτὸνἐν τῷ πραιτωρίῳ τοῦἩρῴδου φυλάσσεσθαι.