Back to Ephesus
1Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον, διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖνεἰς Ἔφεσον. Disciples of John Καὶ εὑρώντινας μαθητὰς2εἶπενπρὸς αὐτούς, «Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες;» Οἱ δὲ εἶπονπρὸς αὐτόν, «Ἀλλ᾿ οὐδὲεἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.»3Εἶπέν τε,«Εἰς τί οὖν ἐβαπτίσθητε;» Οἱ δὲ εἶπον,«Εἰς τὸ Ἰωάννου βάπτισμα.»4Εἶπεν δὲΠαῦλος, «Ἰωάννης μὲνἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾿ ἔστιν, εἰς τὸν Χριστόν,Ἰησοῦν.»5Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.6Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰςχεῖρας ἦλθεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.7Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.The school of Tyrannus becomes the base
8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰπερὶ τῆς βασιλείας τοῦ Θεοῦ.9Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.10Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ,Ἰουδαίους τε καὶ Ἕλληνας.11Δυνάμεις δὲοὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸςδιὰ τῶν χειρῶν Παύλου,12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαιἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαιἀπ᾿ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾿ αὐτῶν.Some fake exorcists
13Ἐπεχείρησανδέ τινες ἀπὸτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, «Ὁρκίζομενὑμᾶς τὸν Ἰησοῦν ὃν ὁΠαῦλος κηρύσσει.»14Ἦσαν δέ τινεςυἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰοἱτοῦτο ποιοῦντες.15Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν,«ΤὸνἸησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;»16Καὶ ἐφαλλόμενοςἐπ᾿ αὐτοὺς ὁ ἄνθρωποςἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶκατακυριεύσαναὐτῶν·ἴσχυσεν κατ᾿ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.17Τοῦτο δὲ ἐγένετο πᾶσιν γνωστόν,Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον· καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.18Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι καὶ ἀναγγέλλοντεςτὰς πράξεις αὐτῶν.19Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων (καὶ συνεψηφίσαντοτὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε).20Οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίουηὔξανεν καὶ ἴσχυεν.21Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼντὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ,εἰπὼν ὅτι «Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.»22Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.Demetrius
23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ.24Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην·25οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· «Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶνἐστιν.26Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.27Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸνεἰς οὐδὲνλογισθῆναι, μέλλειν δὲκαὶ καθαιρεῖσθαι τὴν μεγαλειότητααὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.»28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρειςθυμοῦ ἔκραζον λέγοντες, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.»29Καὶ ἐπλήσθη ἡ πόλις ὅλητῆςσυγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον (συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον, Μακεδόνας, συνεκδήμουςΠαύλου).30Τοῦ δὲ Παύλουβουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.31Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.32Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκενσυνεληλύθεισαν.33Ἐκ δὲ τοῦ ὄχλου προεβίβασανἈλέξανδρον, προβαλλόντωναὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.34Ἐπιγνόντεςδὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.»35Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· «Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωποςὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρονοὖσαν τῆς μεγάλης θεᾶςἈρτέμιδος καὶ τοῦ Διοπετοῦς;36Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.37Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸνὑμῶν.38Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον,ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσανἀλλήλοις.39Εἰ δέ τι περὶ ἑτέρωνἐπιζητεῖτε,ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.40Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως, περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐδυνησόμεθα ἀποδοῦναιλόγοντῆς συστροφῆς ταύτης.»41Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.