Acts17grc_f35

Thessalonica

1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶἈπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡσυναγωγὴ τῶν Ἰουδαίων.2Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετοαὐτοῖς ἀπὸ τῶν Γραφῶν,3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι «οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸςὃν ἐγὼ καταγγέλλω ὑμῖν.»4Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ,γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.5Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντεςτῶν ἀγοραίων ἄνδρας τινὰςπονηρούς, καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τετῇ οἰκίᾳ Ἰάσονος,ἐζήτουν αὐτοὺς ἀγαγεῖνεἰς τὸν δῆμον.6Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυροντὸνἸάσονακαί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν,βασιλέα ἕτερον λέγοντεςεἶναι—Ἰησοῦν.»8Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.9Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονοςκαὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.

Berea

10Οἱ δὲ ἀδελφοὶ εὐθέως, διὰ τῆς νυκτός,ἐξέπεμψαν τόν τεΠαῦλον καὶ τὸν Σίλαν εἰς Βέρροιαν·οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.11Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶνἐν Θεσσαλονίκῃ,οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας,καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.12Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων, γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν, οὐκ ὀλίγοι.13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇΒερροίᾳκατηγγέληὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ, σαλεύοντεςτοὺς ὄχλους.14Εὐθέως δέ, τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοί, πορεύεσθαι ὡςἐπὶ τὴν θάλασσαν, ὑπέμενονδὲὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.15Οἱ δὲ καθιστῶντεςτὸν Παῦλον ἤγαγον αὐτὸνἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶΤιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.

Athens

16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετοτὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντικατείδωλον οὖσαν τὴν πόλιν.17Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.18Τινὲς δὲ καὶτῶν Ἐπικουρείωνκαὶ τῶνΣτωϊκῶνφιλοσόφων συνέβαλοναὐτῷ. Καί τινες ἔλεγον, «Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;» Οἱ δέ, «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι»—ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.19Ἐπιλαβόμενοί τε αὐτοῦἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;20Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοιταῦτα εἶναι.»21(Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουνἢ λέγειν τι καὶἀκούεινκαινότερον.)

The Areopagus

22Σταθεὶς δὲ ὁΠαῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· «Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ‹Ἀγνώστῳ Θεῷ.› Ὃνοὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτονἐγὼ καταγγέλλωὑμῖν·24Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων,οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,25οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπωνθεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺςπᾶσιν ζωὴν καὶ πνοὴν κατὰπάντα.26Ἐποίησέν τε ἐξ ἑνὸς αἵματοςπᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωποντῆς γῆς, ὁρίσας προστεταγμένουςκαιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,27ζητεῖν τὸν Κύριον,εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γεοὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα·28ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς καί τινες τῶν καθ᾿ ὑμᾶςποιητῶν εἰρήκασιν, ‹Τοῦ γὰρ καὶ γένος ἐσμέν.›29Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ—χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου—τὸ θεῖον εἶναι ὅμοιον.30Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσινπανταχοῦ μετανοεῖν,31διότιἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν· πίστιν παρασχὼνπᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.»32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον,«Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.»33Καὶοὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.34Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.