Paul finds Timothy
1Κατήντησεν δὲεἰς Δέρβην καὶΛύστραν. Καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινοςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.3Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεσανγὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλληνὑπῆρχεν.4Ὡς δὲ διεπορεύοντοτὰς πόλεις παρεδίδουναὐτοῖς φυλάσσειν τὰ δόγματα—τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶνπρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.5Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν.The ‘Macedonian call’
6Διελθόντεςδὲ τὴν Φρυγίαν καὶ τὴνΓαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,7ἐλθόντεςκατὰ τὴν Μυσίαν ἐπείραζον κατὰτὴν Βιθυνίαν πορεύεσθαι,καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.8Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.9Καὶ ὅραμα διὰ τῆςνυκτὸς ὤφθη τῷ Παύλῳ·ἀνήρ τις ἦν Μακεδὼνἑστώς,παρακαλῶν αὐτὸν καὶ λέγων, «Διαβὰς εἰς τὴνΜακεδονίαν,βοήθησον ἡμῖν.»10Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴνΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριοςεὐαγγελίσασθαι αὐτούς.Philippi
11Ἀναχθέντες οὖνἀπὸ τῆςΤρῳάδος, εὐθυδρομήσαμεν εἰς τὴνΣαμοθρᾴκην, τῇ τεἐπιούσῃ εἰς Νεάπολιν·12ἐκεῖθέν τεεἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆςμερίδος τῆςΜακεδονίας πόλις, κολωνεία.Ἦμεν δὲ ἐν αὐτῇτῇ πόλει διατρίβοντες ἡμέρας τινάς.13Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεωςπαρὰ ποταμόν, οὗ ἐνομίζετοπροσευχὴεἶναι, καὶ καθίσαντεςἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.14Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλιςπόλεως Θυατείρων,σεβομένη τὸν Θεόν, ἤκουεν,ἧς ὁ Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.15Ὡς δὲ ἐβαπτίσθη αὐτῇ,καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, «Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι,εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε.»Καὶ παρεβιάσατο ἡμᾶς.Prison
16Ἐγένετο δέ, πορευομένων ἡμῶν εἰςπροσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνοςἀπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.17Αὕτη κατακολουθήσασατῷ Παύλῳ καὶ τῷ Σίλᾳἔκραζενλέγουσα, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσινἡμῖνὁδὸν σωτηρίας.»18Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁΠαῦλος, καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν, «Παραγγέλλωσοι ἐν τῷὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς.» Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.19Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸνΣίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον,«Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,21καὶ καταγγέλλουσινἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν.»22Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντεςαὐτῶν τὰ ἱμάτιαἐκέλευον ῥαβδίζειν.23Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγάς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·24ὅς, παραγγελίαν τοιαύτην εἰληφώς,ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέρανφυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατοεἰς τὸ ξύλον.The Jailor Converts
25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντοδὲ αὐτῶν οἱ δέσμιοι.26Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου·ἀνεῴχθησάνδὲπαραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.27Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενοςμάχαιραν, ἔμελλενἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.28Ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλοςλέγων, «Μηδὲν πράξῃςσεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.»29Αἰτήσας δὲ φῶτα εἰσεπήδησενκαὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷΣίλᾳ.30Καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, «Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;»31Οἱ δὲ εἶπον,«Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸνκαὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.»32Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσιντοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.33Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντεςπαραχρῆμα.34Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦπαρέθηκεν τράπεζαν, καὶ ἠγαλλιᾶτο,πανοικὶπεπιστευκὼς τῷ Θεῷ.Magistrates Rebuked
35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, «Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.»36Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτουςπρὸς τὸν Παῦλον, ὅτι «Ἀπεστάλκασινοἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.»37Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· «Δήραντεςἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλονεἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰἐλθόντες αὐτοὶἐξαγαγέτωσαν.»38Ἀνήγγειλανδὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν·39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖντῆςπόλεως.40Ἐξελθόντες δὲ ἀπὸτῆς φυλακῆς εἰσῆλθον πρὸςτὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺςκαὶ ἐξῆλθον.