The Jerusalem Council
The conflict
1Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθετῷ ἔθειΜωϋσέος,οὐ δύνασθε σωθῆναι.»2Γενομένης οὖνστάσεως καὶ ζητήσεωςοὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.3Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴνΦοινίκην καὶΣαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.4Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησανὑπὸτῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεν μετ᾿ αὐτῶν.5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες,λέγοντες ὅτι «Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειντε τηρεῖν τὸν νόμον Μωσέως.»The Council
6Συνήχθησαν δὲοἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.7Πολλῆς δὲ συζητήσεωςγενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο,διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.8Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖςτὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν·9καὶ οὐδὲνδιέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.10Νῦν οὖν, τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναιζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;11Ἀλλά, διὰ τῆς χάριτος τοῦΚυρίου Ἰησοῦπιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι.»12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθοςκαὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν.13Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων·14«Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶτῷ ὀνόματι αὐτοῦ.15Καὶ τούτῳσυμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·16‹Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυίδ, τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν·17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη—ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς—λέγει Κύριος ὁποιῶν ταῦτα πάντα.›18Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστιν τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ.19Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν,20ἀλλ᾿ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸτῶν ἀλισγημάτων τῶν εἰδώλωνκαὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.21Μωσῆςγὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.»The edict
22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις, σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺνΠαύλῳ καὶ Βαρνάβᾳ· Ἰούδαν (τὸν ἐπικαλούμενονΒαρσαβᾶν)καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς·23γράψαντες διὰ χειρὸς αὐτῶν τάδε·«Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱἀδελφοί, τοῖς κατὰἈντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν· Χαίρειν.24Ἐπειδὴἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶνἐξελθόντεςἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον—οἷς οὐ διεστειλάμεθα—25ἔδοξεν ἡμῖν, γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένοιςἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ,26ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.27Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.28Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι,καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων·29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦκαὶ πορνείας·ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.Ἔρρωσθε.»Good results
30Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθονεἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαντὴν ἐπιστολήν.31Ἀναγνόντεςδὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.32Ἰούδας τεκαὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.33Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.,35Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.Missionary journey II—Paul and Silas
Paul and Barnabas separate
36Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν,«Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶνκατὰ πᾶσαν πόλινἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.»37Βαρνάβας δὲ ἐβουλεύσατοσυμπαραλαβεῖν καὶἸωάννην (τὸν καλούμενονΜᾶρκον).38Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖντοῦτον.39Ἐγένετο οὖνπαροξυσμὸς ὥστε χωρισθῆναιαὐτοὺς ἀπ᾿ ἀλλήλων. Τόν τεΒαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον·40Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦὑπὸ τῶν ἀδελφῶν.41Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν,ἐπιστηρίζων τὰς ἐκκλησίας.