ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ13grc_tcg
Barnabas and Saul Are Commissioned
1Ἦσαν δέτινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁκαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦτετράρχου σύντροφος, καὶ Σαῦλος.2Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸνΒαρνάβαν καὶτὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.3Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντεςτὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.Barnabas and Saul on Cyprus
4Οὗτοι μὲνοὖν, ἐκπεμφθέντες ὑπὸ τοῦΠνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰςτὴνΣελεύκειαν· ἐκεῖθενδὲ ἀπέπλευσαν εἰςτὴν Κύπρον.5Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.6Διελθόντες δὲτὴν νῆσον ἄχρι Πάφου, εὗρόντινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομαΒαρϊησοῦς,7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου,καὶ ἀτενίσαςεἰς αὐτὸν10εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺςΚυρίου τὰς εὐθείας;11Καὶ νῦν ἰδού, χεὶρΚυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμαδὲἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν,ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.Paul and Barnabas in Antioch of Pisidia
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶτὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας.Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαντῆς Πισιδίας, καὶεἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλανοἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.16Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, ἌνδρεςἸσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.17Ὁ Θεὸς τοῦ λαοῦτούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇΑἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.18Καὶ ὡςτεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.19Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν,κατεκληρονόμησεναὐτοῖς τὴν γῆν αὐτῶν.20Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλτοῦ προφήτου.21Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸνΚίς, ἄνδρα ἐκ φυλῆςΒενιαμίν, ἔτητεσσαράκοντα.22Καὶ μεταστήσας αὐτόν, ἤγειρεναὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, ΕὗρονΔαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.23Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίανἤγαγε τῷ Ἰσραὴλσωτηρίαν,24προκηρύξαντοςἸωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίαςτῷ Ἰσραήλ.25Ὡς δὲ ἐπλήρουὁἸωάννης τὸν δρόμον, ἔλεγε,Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν,ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτηςἀπεστάλη.27Οἱ γὰρ κατοικοῦντεςἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.28Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντοΠιλάτον ἀναιρεθῆναι αὐτόν.29Ὡς δὲ ἐτέλεσανπάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.30Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινέςεἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοιςαὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν·33ὡς καὶ ἐν τῷ ψαλμῷτῷ δευτέρῳ γέγραπται,Υἱός μου εἶ σύ,ἐγὼ σήμερον γεγέννηκά σε.34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι
Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.35Διὸ καὶ ἐν ἑτέρῳ λέγει,
Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν·37ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·39καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐντῷ νόμῳΜωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.40Βλέπετε οὖν μὴ ἐπέλθῃἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,41Ἴδετε, οἱ καταφρονηταί,καὶ θαυμάσατε, καὶ ἀφανίσθητε·ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε,ἐάν τις ἐκδιηγῆται ὑμῖν.42Ἐξιόντων δὲἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουντὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰῥήματα.43Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινεςπροσλαλοῦντες, ἔπειθοναὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.44Τῷτε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦΘεοῦ.45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸτοῦ Παύλουλεγομένοις,ἀντιλέγοντες καὶ βλασφημοῦντες.46Παρρησιασάμενοιδὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβαςεἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ.Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.47Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,
Τέθεικά σε εἰς φῶς ἐθνῶν,τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.48Ἀκούοντα δὲ τὰ ἔθνηἔχαιρε, καὶἐδόξαζον τὸν λόγον τοῦΚυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.49Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίουδι᾽ ὅλης τῆς χώρας.50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκαςκαὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶτὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.51Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶναὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.52Οἱδὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.