Acts13grc_f35

Missionary journey I—Barnabas and Saul→Paul

1Ἦσαν δέ τινεςἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι· ὅ τε Βαρνάβας καὶ Συμεὼν (ὁ καλούμενοςΝίγερ) καὶ Λούκιος ὁ Κυρηναῖος,Μαναήν τε (Ἡρῴδου τοῦ τετράρχουσύντροφος) καὶ Σαῦλος.2Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον, «Ἀφορίσατεδή μοι τὸνΒαρνάβαν καὶ τὸνΣαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.»3Τότε, νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς,ἀπέλυσαν.

1st stop—Cyprus

4Οὗτοιμέν,ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου,κατῆλθον εἰς τὴνΣελεύκειαν·ἐκεῖθεντεἀπέπλευσαν εἰς τὴνΚύπρον.5Καὶ γενόμενοι ἐν Σαλαμῖνι,κατήγγελλοντὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων (εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην).6Διελθόντες δὲτὴν νῆσον ἄχρι Πάφου, εὗρόντινα μάγον, ψευδοπροφήτην, Ἰουδαῖον ᾧ ὄνομα Βαρϊησοῦν,7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ, Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶἀτενίσας εἰςαὐτὸν10εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃδιαστρέφων τὰς ὁδοὺςΚυρίου τὰς εὐθείας;11Καὶ νῦν ἰδού, χεὶρΚυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Παραχρῆμα δὲἐπέπεσενἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπληττόμενοςἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

On to Pisidian Antioch

13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸνΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας (Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα).14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας·καὶ εἰσελθόντεςεἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, ἀπέστειλαν πρὸς αὐτοὺς οἱ ἀρχισυνάγωγοι,λέγοντες, «Ἄνδρες ἀδελφοί, εἰἔστιν λόγος ἐν ὑμῖνπαρακλήσεως πρὸς τὸν λαόν, λέγετε.»

Paul expounds the Gospel

16Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρί, εἶπεν· «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.17Ὁ Θεὸς τοῦ λαοῦ τούτουἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳἐν γῇ Αἰγύπτῳ,καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.18Καὶ ὡς τεσσαρακονταετῆχρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.19Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεναὐτοῖςτὴν γῆν αὐτῶν.20Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκονταἔδωκεν κριτὰς, ἕως Σαμουὴλ τοῦπροφήτου.21Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν,ἔτη τεσσαράκοντα.22Καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυὶδεἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, ‹Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.›23Τούτου ὁ Θεός, ἀπὸ τοῦ σπέρματος, κατ᾿ ἐπαγγελίαν, ἤγαγεντῷ Ἰσραὴλ σωτηρίαν,24προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, βάπτισμα μετανοίας τῷἸσραήλ.25Ὡς δὲ ἐπλήρου ὁἸωάννης τὸν δρόμον, ἔλεγεν· ‹Τίνα μεὑπονοεῖτε εἶναι;Οὐκ εἰμὶ ἐγώ—ἀλλ᾿ ἰδού, ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.›26»Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἁβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν· ὑμῖνὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.27Οἱ γὰρ κατοικοῦντεςἹερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.28Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.29Ὡς δὲ ἐτέλεσαν πάντατὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.30Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινέςεἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.32»Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα· τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,33ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν, ἡμῖν,ἀναστήσας Ἰησοῦν· ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται·‹Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκάσε.›34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφεινεἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι ‹Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.›35Διὸκαὶ ἐν ἑτέρῳ λέγει, ‹Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.›36Δαυὶδ μὲν γάρ, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν·37ὃν δὲὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·39καὶἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐννόμῳ Μωϋσέοςδικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.40Βλέπετε οὖν μὴ ἐπέλθῃἐφ᾿ ὑμᾶςτὸ εἰρημένον ἐν τοῖς προφήταις·41‹Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατεκαὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαιἐν ταῖς ἡμέραις ὑμῶνοὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.› »

The reaction

42Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων,παρεκάλουν τὰ ἔθνηεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.43Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντεςἔπειθον ἐπιμένειν αὐτοὺςτῇ χάριτι τοῦ Θεοῦ.44Τῷ τεἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦΠαύλου λεγομένοις,ἀντιλέγοντες καὶβλασφημοῦντες.46Παρρησιασάμενοι δὲὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον·«Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲἀπωθεῖσθεαὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.47Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· ‹Τέθεικάσε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.› »48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον,καὶ ἐδόξαζοντὸν λόγον τοῦ Κυρίου·καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.49Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶτὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸνΒαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.51Οἱ δὲ ἐκτιναξάμενοιτὸν κονιορτὸντῶν ποδῶν αὐτῶνἐπ᾿ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.52Οἱ δὲμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.