ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ11grc_tcg

Peter Reports to the Church in Jerusalem

1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.2Καὶ ὅτε ἀνέβη Πέτρος εἰςἹεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,3λέγοντες ὅτιΠρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.4Ἀρξάμενος δὲὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·6εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.7Ἤκουσαδὲ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.8Εἶπον δέ, Μηδαμῶς, Κύριε· ὅτιπᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.9Ἀπεκρίθη δέμοιφωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶπάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.11Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗἤμην, ἀπεσταλμένοι ἀπὸΚαισαρείας πρός με.12Εἶπε δέμοι τὸ πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲνδιακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός·13ἀπήγγειλέτε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντααὐτῷ, Ἀπόστειλον εἰς Ἰόππηνἄνδρας, καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,14ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ.16Ἐμνήσθην δὲ τοῦ ῥήματοςΚυρίου, ὡςἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.17Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἸησοῦνΧριστόν, ἐγὼδὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄραγε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιανἔδωκεν εἰς ζωήν.

The Church in Antioch

19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινεςεἰσελθόντες εἰς Ἀντιόχειαν, ἐλάλουνπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.21Καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸςπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆςἐνἹεροσολύμοις περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβανδιελθεῖν ἕως Ἀντιοχείας·23ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειντῷ Κυρίῳ·24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.25Ἐξῆλθε δὲ εἰς Ταρσὸνὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,26καὶ εὑρὼνἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲαὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναιτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τεπρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.28Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος,ἐσήμανε διὰ τοῦ πνεύματος λιμὸνμέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην·ὅστις καὶ ἐγένετο ἐπὶ ΚλαυδίουΚαίσαρος.29Τῶν δὲ μαθητῶν καθὼςεὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·30ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.