ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ11grc_sbl
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.2⸂ὅτε δὲἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμδιεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς3λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγεςαὐτοῖς.4ἀρξάμενος ⸀δὲΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·7ἤκουσα δὲ ⸀καὶφωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.8εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτικοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.9ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρουἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλινἅπαντα εἰς τὸν οὐρανόν.11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμενἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.12εἶπεν δὲ ⸂τὸ πνεῦμά μοισυνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίνανταἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.13ἀπήγγειλεν ⸀δὲἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόνταἈπόστειλον εἰς ⸀Ἰόππηνκαὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.16ἐμνήσθην δὲ τοῦῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼτίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαντὸν θεὸν λέγοντες· ⸀Ἄρακαὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν.19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντεςεἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶπρὸς τοὺς ⸀Ἑλληνιστάςεὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.21καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.22ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσηςἐν ⸀Ἰερουσαλὴμπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶνἕως Ἀντιοχείας·23ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειντῷ κυρίῳ,24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.25ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸνἀναζητῆσαι Σαῦλον,26καὶ εὑρὼν ⸀ἤγαγενεἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶἐναυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτωςἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάληνμέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτιςἐγένετο ἐπὶ ⸀Κλαυδίου29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.