Peter has to explain
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.2Καὶ ὅτεἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα,διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,3λέγοντες ὅτι «Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγεςαὐτοῖς.»4Ἀρξάμενος δὲ ὁΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·5«Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα· καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχριςἐμοῦ·6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς—καὶ τὰ θηρία καὶ τὰ ἑρπετά—καὶ τὰ πετεινὰτοῦ οὐρανοῦ.7Ἤκουσα δὲφωνῆς λεγούσης μοι, ‹Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.›8Εἶπον δέ· ‹Μηδαμῶς, Κύριε· ὅτι πᾶνκοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.›9Ἀπεκρίθη δέ μοιἐκ δευτέρου φωνὴἐκ τοῦ οὐρανοῦ, ‹Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.›10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθηἅπαντα εἰς τὸν οὐρανόν.11Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην,ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.12Εἶπεν δέ μοι τὸ Πνεῦμασυνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον.Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.13Ἀπήγγειλέν δὲἡμῖν πῶς εἶδεν τὸνἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ,‹Ἀπόστειλον εἰς Ἰόππηνκαὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,14ὃς λαλήσει ῥήματα πρός σε ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.›15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ.16Ἐμνήσθηνδὲ τοῦ ῥήματος τοῦΚυρίου, ὡς ἔλεγεν ὅτι‹Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθεἐν Πνεύματι Ἁγίῳ.›17Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν,ἐγὼτίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;»18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζοντὸν Θεόν, λέγοντες, «Ἄραγεκαὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.»Enter Barnabas
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.20Ἦσαν δέ τινες ἐξ αὐτῶν, ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντεςεἰς Ἀντιόχειαν ἐλάλουνπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.21Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν,πολύς τε ἀριθμὸςπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.22Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆςἐν Ἱεροσολύμοιςπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖνἕως Ἀντιοχείας·23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριντοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ24(ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως). Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.25Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ὁ Βαρνάβαςἀναζητῆσαι Σαῦλον,26καὶ εὑρὼνἤγαγενεἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺςἐνιαυτὸν ὅλον συναχθῆναιτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν. Χρηματίσαι τε πρῶτονἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.Enter Agabus
27Ἐν ταύταις δὲ ταῖς ἡμέραις, κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.28Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μέγανμέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην (ὅστιςκαὶἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος).29Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτότις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.