Acts10grc_f35

The case of Cornelius

1Ἀνὴρ δέ τις ἦνἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείραςτῆς καλουμένης Ἰταλικῆς,2εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τεἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.3Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶὥραν ἐνάτηντῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, «Κορνήλιε.»4Ὁ δέ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, «Τί ἐστιν, Κύριε;» Εἶπεν δὲ αὐτῷ· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιοντοῦ Θεοῦ.5Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδραςκαὶ μετάπεμψαι Σίμωνα,ὃς ἐπικαλεῖται Πέτρος·6οὗτος ξενίζεται παρά τινι Σίμωνι, βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.»7Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁλαλῶν τῷ Κορνηλίῳ,φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦκαὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,8καὶ ἐξηγησάμενος αὐτοῖς ἅπανταἀπέστειλεν αὐτοὺς εἰς τὴνἸόππην.

God prepares Peter

9Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.10Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων,ἐπέπεσενἐπ᾿ αὐτὸν ἔκστασις,11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸνσκεῦός τι ὡς ὀθόνην μεγάλην—τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενονἐπὶ τῆς γῆς—12ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς (καὶ τὰ θηρία καὶ τὰ ἑρπετά) καὶ τὰ πετεινὰτοῦ οὐρανοῦ.13Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, «Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.»14Ὁ δὲ Πέτρος εἶπεν· «Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢἀκάθαρτον.»15Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, «Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.»16Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς,καὶ πάλινἀνελήφθητὸ σκεῦος εἰς τὸν οὐρανόν.

The messengers arrive

17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, καὶἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸτοῦ Κορνηλίου, διερωτήσαντεςτὴν οἰκίανΣίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,18καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁἐπικαλούμενοςΠέτρος, ἐνθάδε ξενίζεται.19Τοῦ δὲ Πέτρου διενθυμουμένουπερὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα·«Ἰδού, ἄνδρεςζητοῦσίνσε·20ἀλλὰἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότιἐγὼ ἀπέσταλκα αὐτούς.»21Καταβὰς δὲΠέτρος πρὸς τοὺς ἄνδρας,εἶπεν·«Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;»22Οἱ δὲ εἶπον·«Κορνήλιος, ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλουτοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλουμεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.»23Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. On to Caesarea Τῇ δὲ ἐπαύριονὁ Πέτροςἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸἸόππης συνῆλθον αὐτῷ·24καὶ τῇἐπαύριον εἰσῆλθονεἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.25Ὡς δὲ ἐγένετο τοῦεἰσελθεῖν τὸν Πέτρον,συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.26Ὁ δὲ Πέτρος ἤγειρεν αὐτόν,λέγων· «Ἀνάστηθι· κἀγὼ αὐτὸςἄνθρωπός εἰμι.»27Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς.28Ἔφη τε πρὸς αὐτούς· «Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόνἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.29Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέμε;»30Καὶ ὁ Κορνήλιος ἔφη· «Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων· καὶ τὴνἐνάτηνὥρανπροσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ31καί φησιν· ‹Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.32Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.›33Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν, πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.»

Peter preaches

34Ἀνοίξας δὲ Πέτρος τὸ στόμαεἶπεν· «Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτηςὁ Θεός,35ἀλλ᾿ ἐν παντὶ ἔθνειὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.36Τὸν λόγον ὃνἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστιν πάντων Κύριος—37ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενονἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης·38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ,ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ39—καὶ ἡμεῖς ἐσμενμάρτυρες πάντων ὧν ἐποίησεν, ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐνἹερουσαλήμ—ὃν καὶἀνεῖλον,κρεμάσαντες ἐπὶ ξύλου.40Τοῦτον ὁ Θεὸς ἤγειρεντῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.42Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτόςἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν.43Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.»

The Holy Spirit falls

44Ἔτιλαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.45Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθοντῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁΠέτρος·47«Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τιςτοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡςκαὶ ἡμεῖς;»48Προσέταξέν τεαὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ.Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.