ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ1grc_tcg

Jesus Promises to Send the Holy Spirit

1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατοὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,2ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο,ἀνελήφθη·3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶντεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.4Καὶσυναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου·5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

The Ascension

6Οἱ μὲν οὖν συνελθόντεςἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;7Εἶπεδὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.8Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.9Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.10Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύοπαρειστήκεισαν αὐτοῖς ἐνἐσθῆτι λευκῇ,11οἳ καὶεἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατεἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτοςὁ Ἰησοῦς, ὁἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτωςἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

Matthias Chosen to Replace Judas

12Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.13Καὶ ὅτε εἰσῆλθον,ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶἸάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶΜατθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇκαὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶΜαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶνμαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸὡς ἑκατὸν εἴκοσιν—16Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴνταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματοςΔαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιτὸν Ἰησοῦν.17Ὅτι κατηριθμημένος ἦνσὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης—18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενοςἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.19Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇἰδίᾳ διαλέκτῳ αὐτῶνἈκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος—20Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·καί,
Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
21Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματοςἸωάννου, ἕως τῆς ἡμέρας ἧςἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦγενέσθαι σὺν ἡμῖν ἕνα τούτων.23Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενονΒαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶΜατθίαν.24Καὶ προσευξάμενοιεἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξονὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα25λαβεῖν τὸνκλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς,ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.26Καὶ ἔδωκαν κλήρουςαὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶΜατθίαν, καὶσυγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.