Acts1grc_f35

A link to Luke

1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν2ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκονταὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.4Καὶ συναλιζόμενοςπαρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, «ἣν ἠκούσατέ μου·5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν ΠνεύματιἉγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.»

Jesus returns to Heaven

6Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτωναὐτὸν λέγοντες, «Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;»7Εἶπεν δὲ πρὸς αὐτούς· «Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.8Ἀλλὰ λήψεσθεδύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοιμάρτυρες—ἔν τε Ἱερουσαλήμ, καὶπάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.»9Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.10Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,11οἳ καὶ εἶπον·«Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντεςεἰς τὸν οὐρανόν; ΟὗτοςἸησοῦς ὁ ἀναληφθεὶςἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.»12Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ (σαββάτου ἔχονὁδόν).

A replacement for Judas Iscariot

13Καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷονοὗ ἦσαν καταμένοντες· ὅ τε Πέτρος καὶ Ἰάκωβος, Ἰωάννηςκαὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος,Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει,σὺν γυναιξίν, καὶ Μαρίᾳτῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺντοῖς ἀδελφοῖς αὐτοῦ.15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶνεἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡςἑκατὸν εἴκοσιν)·16«Ἄνδρες ἀδελφοί· ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην,ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸνἸησοῦν,17ὅτι κατηριθμημένος ἦν σὺνἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.»18(Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴςγενόμενος ἐλάκισενμέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.19Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ‹Ἀκελδαμᾶ,›τοῦτ᾿ ἔστιν, ‹Χωρίον Αἵματος.›)20«Γέγραπται γὰρ ἐν Βίβλῳ Ψαλμῶν· ‹Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ› καί, ‹Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοιἕτερος.›21Δεῖ οὖν, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐνᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθηἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖνἕνα τούτων.»23Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν,ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.24Καὶ προσευξάμενοι εἶπον· «Σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα25λαβεῖν τὸν κλῆροντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.»26Καὶ ἔδωκαν κλήρους αὐτῶν,καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν,καὶ συγκατεψηφίσθημετὰ τῶν ἕνδεκα ἀποστόλων.