3 John1grc_f35

Salutation

1Ὁ πρεσβύτερος, Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.2Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.3Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.4Μειζοτέραν τούτωνοὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐνἀληθείᾳ περιπατοῦντα.

Gaius is commended

5Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφούς, καὶ εἰς τοὺςξένους6οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας—οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ,7ὑπὲρ γὰρ τοῦ Ὀνόματοςἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν.8Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειντοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθατῇ ἀληθείᾳ.

Diotrephes is criticized

9Ἔγραψατῇ ἐκκλησίᾳ, ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.10Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσωαὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς. Καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκτῆς ἐκκλησίας ἐκβάλλει.

Demetrius is commended

11Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ δὲκακοποιῶν οὐχ ἑώρακεν τὸν Θεόν.12Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων—καὶ ὑπ᾿αὐτῆς τῆς ἀληθείας. Καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδαμενὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

Farewell

13Πολλὰ εἶχον γράφειν,ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·14ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε,καὶ στόμα πρὸς στόμα λαλήσομεν.15Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.