Be strengthened
1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.2Καί, ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.3Σὺ οὖν κακοπάθησονὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.4Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις,ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.5Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ6—τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.7Νόει ἃλέγω· δῴηγάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.Encouragement by example
8Μνημόνευε Ἰησοῦν Χριστόν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ· κατὰ τὸ εὐαγγέλιόν μου,9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ᾿ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.10Διὰ τοῦτο πάντα ὑπομένω· διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.11Πιστὸς ὁ λόγος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα,κἀκεῖνος ἀρνήσεται ἡμᾶς·13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει—ἀρνήσασθαιἑαυτὸν οὐ δύναται.14Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίουμὴ λογομαχεῖν εἰςοὐδὲν χρήσιμον—ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.Approved and disapproved
15Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.16Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο, ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει—ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός,18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴνἀνάστασιν ἤδη γεγονέναι· καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.19Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ,» καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.20Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν.21Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶεὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.The true source of opposition
22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.23Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας.24Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι ἀλλ᾿ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,25ἐν πρᾳότητιπαιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷαὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος (ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα).