1 Thessalonians3grc_f35

A request for prayer

1Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς,2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.3Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.4Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾿ ὑμᾶς, ὅτι ἃ παραγγέλλομενὑμῖνκαὶποιεῖτε καὶ ποιήσετε.5Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴνὑπομονὴν τοῦ Χριστοῦ.

Don’t be irresponsible or lazy

6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβονπαρ᾿ ἡμῶν.7Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν·8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομενπαρά τινος· ἀλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν,ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾿ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.10Καὶ γάρ, ὅτε ἦμεν πρὸς ὑμᾶς τοῦτο παρηγγέλλομεν ὑμῖν· ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.11Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως· μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους.12Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.

Isolate the disobedient

13Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητεκαλοποιοῦντες.14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε καὶμὴ συναναμίγνυσθεαὐτῷ, ἵνα ἐντραπῇ·15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

Benediction

16Αὐτὸς δὲ ὁ Κύριοςτῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.

Sign-off

17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρί, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω.18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.,