2 John1grc_f35

Salutation

1Ὁ πρεσβύτερος, ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ—καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν—2διὰ τὴν ἀλήθειαν,τὴν μένουσαν ἐν ἡμῖν καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·3Ἔσται μεθ᾿ ὑμῶνχάρις, ἔλεος, εἰρήνη παρὰΘεοῦ Πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ,τοῦ Υἱοῦ τοῦ Πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

Walk in Christ’s commandments

4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦνταςἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός.5Καὶ νῦν ἐρωτῶ σε, κυρία (οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν,ἀλλ᾿ἣν ἔχομενἀπ᾿ ἀρχῆς)· ἵνα ἀγαπῶμεν ἀλλήλους.6Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ—αὕτη ἐστὶν ἡ ἐντολή,καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵναἐν αὐτῇ περιπατῆτε.

Beware of deceivers

7Ὅτι πολλοὶ πλάνοι εἰσῆλθονεἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί—οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.8Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμενἃ εἰργασάμεθα,ἀλλὰ μισθὸν πλήρηἀπολάβωμεν.9Πᾶς ὁ παραβαίνωνκαὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ δὲμένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ,οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.10Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν· καὶ «Χαίρειν» αὐτῷ μὴ λέγετε·11ὁ γὰρ λέγωναὐτῷ«Χαίρειν» κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Farewell

12Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθηνδιὰ χάρτου καὶ μέλανος, ἀλλ᾿ἐλπίζω ἐλθεῖνπρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶνᾖ πεπληρωμένη.13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.