2 Corinthians8grc_f35

The Macedonian example

1Γνωρίζομενδὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτοντῆς ἁπλότητος αὐτῶν.3Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρδύναμιν, αὐθαίρετοι,4μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους δέξασθαι ἡμᾶς5—καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ (καὶ ἡμῖν, διὰ θελήματος Θεοῦ),6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃεἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.7Ἀλλ᾿ ὥσπερ ἐν παντὶ περισσεύετε—πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖνἀγάπῃ—ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.

Christ’s example

8Οὐ κατ᾿ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.9Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι᾿ ἡμᾶςἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.10Καὶ γνώμην ἐν τούτῳ δίδωμι (τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι)·11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε—ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι—ἐκ τοῦ ἔχειν12(εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰνἔχῃτις,εὐπρόσδεκτος, οὐ καθὸοὐκ ἔχει).13Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲθλῖψις,14ἀλλ᾿ ἐξ ἰσότητος—ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα—ὅπως γένηται ἰσότης·15καθὼς γέγραπται· «Ὁτὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁτὸ ὀλίγον οὐκ ἠλαττόνησεν.»

When handling money, avoid criticism

16Χάρις δὲ τῷ Θεῷ τῷ διδόντιτὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου·17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.18Συνεπέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν·19οὐ μόνον δέ—ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ, τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν πρὸς τὴν αὐτοῦτοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν,20στελλόμενοι τοῦτο, μή τις ἡμᾶςμωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾿ ἡμῶν·21προνοούμενοικαλά, οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.22Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.23Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.24Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν (καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν) εἰς αὐτοὺς ἐνδείξασθεεἰςπρόσωπον τῶν ἐκκλησιῶν.