We live by faith
1Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν (οἰκίαν ἀχειροποίητον), αἰώνιον ἐν τοῖς οὐρανοῖς.2Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες·3εἴ γε καὶ ἐνδυσάμενοιοὐ γυμνοὶ εὑρεθησόμεθα.4Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι—ἐφ᾿ ᾧοὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.5Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶδοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.6Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου7—διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους—8θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.9Διὸ καὶ φιλοτιμούμεθα (εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες) εὐάρεστοι αὐτῷ εἶναι.10Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηταιἕκαστος τὰ διὰτοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.11Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν. Why Christ died Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.12Οὐ γὰρπάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰἀφορμὴν διδόντες ὑμῖν καυχήματοςὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένουςκαὶ οὐκαρδίᾳ.13Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.14Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο· ὅτι εἰεἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ πάντωνἀποθανόντι καὶ ἐγερθέντι.We are Christ’s ambassadors
16Ὥστε, ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα—εἰ δὲκαὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰνῦν οὐκέτι γινώσκομεν—17ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν· ἰδού, γέγονεν καινὰ τὰ πάντα.18Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ἸησοῦΧριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,19ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσωνἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενοςἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.20Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ· Καταλλάγητε τῷ Θεῷ.21Τὸν γὰρμὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθαδικαιοσύνη Θεοῦἐν αὐτῷ.