An aside
1(Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Εἰμὴ χρῄζομεν,ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν συστατικῶν;2Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ᾿ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾿ἐν πλαξὶν καρδίαιςσαρκίναις.)Competent ministers
4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν·5οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾿ ἑαυτῶν λογίσασθαί τιὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ—6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης· οὐ γράμματος, ἀλλὰ Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει,τὸ δὲ Πνεῦμα ζωοποιεῖ.A greater glory
7Εἰ δὲ ἡ διακονία τοῦ θανάτου, ἐν γράμμασιν ἐντετυπωμένη ἐνλίθοις, ἐγενήθη ἐν δόξῃ—ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέοςδιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ (τὴν καταργουμένην)—8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;9Εἰ γὰρ ἡδιακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύειἡ διακονία τῆς δικαιοσύνης ἐνδόξῃ.10Καὶ γὰρ οὐδεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεντῆς ὑπερβαλλούσης δόξης—11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα—13καὶ οὐ καθάπερ Μωϋσῆς,ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ,πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.14Ἀλλ᾿,ἐπωρώθη τὰ νοήματα αὐτῶν, ἄχρι γὰρ τῆς σήμεροντὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.15Ἀλλ᾿ ἕως σήμερον, ἡνίκαἀναγινώσκεταιΜωσῆς,κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.16Ἡνίκα δ᾿ ἂνἐπιστρέψῃπρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα.17Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖἐλευθερία.18Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.