A visit to the third heaven
1Καυχᾶσθαι δὴοὐ συμφέρει μοι.Ἐλεύσομαι γὰρεἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.2Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.3Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι, εἴτε ἐκτὸςτοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν—4ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.5Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.6Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τιἐξ ἐμοῦ.The ‘thorn in the flesh’
7Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων,ἵνα μὴ ὑπεραίρωμαι,ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶνἵνα με κολαφίζῃ—ἵνα μὴ ὑπεραίρωμαι.8Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ.9Καὶ εἴρηκέν μοι, «Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μουἐν ἀσθενείᾳ τελειοῦται.»Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.10Διό, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐνστενοχωρίαις, ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.Apostolic signs were produced
11Γέγονα ἄφρων καυχώμενος·ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι, οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.12Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθηἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοιςκαὶ τέρασιν καὶ δυνάμεσιν.13Τί γάρ ἐστιν ὃ ἡττήθητε,ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.Still not burdening
14Ἰδού, τρίτονἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσωὑμῶν.Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾿ὑμᾶς—οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿οἱ γονεῖς τοῖς τέκνοις.15Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶπερισσοτέρως ὑμᾶς ἀγαπῶν,ἧττονἀγαπῶμαι.16‹Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.›17Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;18Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν—μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν, οὐ τοῖς αὐτοῖς ἴχνεσιν;A little veiled threatening
19Πάλινδοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον τοῦΘεοῦ, ἐν Χριστῷ, λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.20Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε—μή πως ἔρις,ζῆλοι,θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι—21μὴ πάλιν ἐλθόντα μεταπεινώσῃὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.