A godly jealousy
1Ὄφελονἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ·ἀλλὰ καὶ ἀνέχεσθέ μου.2Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ,ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.3Φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησενἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως φθαρῇτὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητοςτῆς εἰς τὸν Χριστόν.4Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.Paul ministered without charge
5Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.6Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσει—ἀλλ᾿ ἐν παντὶ φανερωθέντεςἐν πᾶσιν εἰς ὑμᾶς.7Ἢ ἁμαρτίαν ἐποίησα ἑαυτὸνταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;8Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός·τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσανοἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας. Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸνἐτήρησα, καὶ τηρήσω.Exposing deceivers
10Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί· ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.11Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν.12Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.13Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.14Καὶ οὐ θαυμαστόν,αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.15Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.A little ‘necessary’ boasting
16Πάλιν λέγω, μὴ τίς με δόξῃ ἄφρονα εἶναι. Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τικαυχήσωμαι.17Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον,ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.18Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴνσάρκα, κἀγὼ καυχήσομαι19(ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες.).20Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπονδαίρει.21Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.Ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω), τολμῶ κἀγώ.22Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἁβραάμεἰσιν; Κἀγώ.23Διάκονοι Χριστοῦ εἰσιν; (παραφρονῶν λαλῶ) Ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,ἐν θανάτοις πολλάκις24—ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκονταπαρὰ μίαν ἔλαβον·25τρὶς ἐρραβδίσθην·ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα (νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα)—26ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις·27ἐνκόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι—28χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίςμουἡ καθ᾿ ἡμέραν,ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.29Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;When I am weak, then I am strong
30Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.31Ὁ Θεὸς καὶ Πατὴρ τοῦ ΚυρίουἸησοῦ Χριστοῦοἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.32Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτατοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν,πιάσαι με θέλων·33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.