1Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,2πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφάς, ἐν πάσῃ ἁγνείᾳ.
Honor true widows
3Χήρας τίμα τὰς ὄντως χήρας.4Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγοναἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστινἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.5Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸνΘεόν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.6Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.7Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοιὦσιν.8Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶνοἰκείων, οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.9Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,10ἐν ἔργοις καλοῖς μαρτυρουμένη—εἰ ἐτεκνοτρόφησεν, εἰἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.About younger widows
11Νεωτέρας δὲχήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,12ἔχουσαι κρῖμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.13Ἅμα δὲ καί, ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.14Βούλομαι οὖν νεωτέραςγαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.15(Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.)16Εἴ τις πιστὸς ἢπιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.Honor elders
17Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.18Λέγει γὰρ ἡ Γραφή· «Βοῦν ἁλοῶνταοὐ φιμώσεις,» καὶ «Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.»19Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.20Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.Watch your step
21Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦκαὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.22Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει.23Μηκέτι ὑδροπότει, ἀλλ᾿οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σουκαὶ τὰς πυκνάς σου ἀσθενείας.24Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν.25Ὡσαύτως καὶ τὰ καλὰ ἔργαπρόδηλά ἐστιν·καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.