1 Timothy4grc_f35

Things taught by demons

1Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοιςκαὶ διδασκαλίαις δαιμονίων2—ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένωντὴν ἰδίαν συνείδησιν,3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψινμετὰ εὐχαριστίαςτοῖς πιστοῖς καὶ ἐπεγνωκόσιτὴν ἀλήθειαν.4Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,5ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

A good servant of Jesus Christ

6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ,ἐντρεφόμενοςτοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.7Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.8Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαςἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.

A trustworthy word

9Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος10(εἰς τοῦτο γὰρ καὶκοπιῶμεν καὶ ὀνειδιζόμεθα)·ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλισταπιστῶν.

Watch your life and doctrine

11Παράγγελλεταῦτα καὶ δίδασκε.12Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνουτῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι,ἐν πίστει, ἐν ἁγνείᾳ.13Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.14Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.15Ταῦτα μελέτα· ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐνπᾶσιν.16Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.