ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α3grc_tcg
Qualifications for Overseers
1Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.2Δεῖ οὖν τὸν ἐπίσκοπονἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα,νηφάλεον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν·3μὴ πάροινον, μὴ πλήκτην,μὴ αἰσχροκερδῆ,ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον·4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.5Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;6Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.7Δεῖ δὲαὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.Qualifications for Deacons
8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.10Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.11Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους,νηφαλέους, πιστὰς ἐν πᾶσι.12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.13Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.The Mystery of Godliness
14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σετάχιον·15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.16Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·Θεὸς ἐφανερώθη ἐν σαρκί,ἐδικαιώθη ἐν πνεύματι,ὤφθη ἀγγέλοις,ἐκηρύχθη ἐν ἔθνεσιν,ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.