1 Timothy3grc_f35

Of overseers

1Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.2Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτονεἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον,σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,3μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,ἀλλ᾿ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον·4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος5(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;)·6μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.7Δεῖ δὲ αὐτὸνκαὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.

Of deacons

8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς·9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.10Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον· εἶτα, διακονείτωσαν, ἀνέγκλητοι ὄντες.

Of ‘deaconesses’

11Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους,πιστὰς ἐν πᾶσιν.

Of deacons, again

12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.13Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.

God in flesh

14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον,15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωματῆς ἀληθείας.16Καί, ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸςἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθηἐν δόξῃ.