1 Timothy1grc_f35

Greeting

1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦκατ᾿ ἐπιταγὴν ΘεοῦΣωτῆρος ἡμῶν καὶΚυρίου Ἰησοῦ Χριστοῦτῆς ἐλπίδος ἡμῶν,2Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει· Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶνκαὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

Paul refers to their last conversation

3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσειςπαρέχουσιν μᾶλλον ἢ οἰκονομίανΘεοῦ τὴν ἐν πίστει.5Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη, ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου·6ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.

What law is for

8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,9εἰδὼςτοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσικαὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαιςκαὶ μητραλοιαίς,ἀνδροφόνοις,10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.

The grace of God

12Καὶχάριν ἔχω τῷ ἐνδυναμώσαντίμε Χριστῷ Ἰησοῦ,τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν·13τὸνπρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·14ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.15Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι—ὧν πρῶτός εἰμι ἐγώ·16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοί, πρώτῳ,ἐνδείξηται Ἰησοῦς Χριστὸςτὴν πᾶσανμακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον.17Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷΘεῷ, τιμὴ καὶδόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Wage the good warfare

18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·20ὧν ἐστιν Ὑμέναιοςκαὶ Ἀλέξανδρος—οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν).