1 Thessalonians4grc_f35

1Τὸλοιπὸν οὖν,ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ·καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ,ἵνα περισσεύητε μᾶλλον2—οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.

Sanctified sex

3Τοῦτο γάρ ἐστιν θέλημα τοῦΘεοῦ, ὁ ἁγιασμὸς ὑμῶν· ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας·4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,5μὴ ἐν πάθει ἐπιθυμίας (καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν)·6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁΚύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομενὑμῖνκαὶ διεμαρτυράμεθα.7Οὐ γὰρ ἐκάλεσεν ἡμᾶςὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ.8Τοιγαροῦν, ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν Θεόν, τὸν καὶδόντατὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς.

An impressive life style

9Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετεγράφειν ὑμῖν, αὐτοὶ γὰρθεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους,10καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺςἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,11καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαιςχερσὶν ὑμῶν (καθὼς ὑμῖν παρηγγείλαμεν),12ἵνα περιπατῆτεεὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.

The Rapture

13Οὐ θέλομενδὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων,ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα.14Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.15Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·16ὅτι αὐτὸς ὁ Κύριος—ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ—καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον·17ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.18Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.