Greeting
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.The Thessalonians are praised
2Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶνποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,3ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸΘεοῦ, τὴν ἐκλογὴν ὑμῶν.They became examples
5Ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐνΠνεύματι Ἁγίῳ καὶ ἐνπληροφορίᾳ πολλῇ (καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐνὑμῖν δι᾿ ὑμᾶς).6Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου,7ὥστε γενέσθαι ὑμᾶς τύπουςπᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶἈχαΐᾳ.8Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇἈχαΐᾳ ἀλλὰ καὶἐν παντὶ τόπῳ—ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχεινλαλεῖν τι.Their hope
9Αὐτοὶ γὰρ περὶ ὑμῶνἀπαγγέλλουσινὁποίαν εἴσοδον ἔσχομενπρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ,10καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν (ὃν ἤγειρεν ἐκ τῶννεκρῶν)—Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸτῆς ὀργῆς τῆς ἐρχομένης.