ΠΕΤΡΟΥ Α5grc_tcg

Exhortation to Elders

1Πρεσβυτέρουςτοὺς ἐν ὑμῖν παρακαλῶ ὁσυμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,ἐπισκοποῦντες μὴ ἀναγκαστῶς,ἀλλ᾽ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·3μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοιςὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,7πᾶσαν τὴν μέριμναν ὑμῶνἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλειπερὶ ὑμῶν.8Νήψατε,γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,περιπατεῖ ζητῶντινα καταπιεῖν·9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐνκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσαςὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ΧριστῷἸησοῦ, ὀλίγον παθόντας αὐτὸςκαταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει.11Αὐτῷἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀμήν.

Final Greetings

12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣνἑστήκατε.13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν ΧριστῷἸησοῦ.Ἀμήν.