1 Peter5grc_f35

How to be a shepherd

1Πρεσβυτέρους τοὺςἐν ὑμῖν παρακαλῶ, ὁσυμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντεςμὴ ἀναγκαστῶς ἀλλ᾿ἑκουσίως·μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως·3μηδὲὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοιτοῦ ποιμνίου.4Καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.

Humility is a must

5Ὁμοίως,νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι,τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι «ὉΘεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.»6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃἐν καιρῷ·7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντεςἐπ᾿ αὐτόν, ὅτι αὐτῷ μέλειὑπὲρὑμῶν.

Guard against the devil

8Νήψατε, γρηγορήσατε· ὅτιὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιέρχεται,ζητῶν τίνακαταπιεῖν·9ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐνκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶςεἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ,ὀλίγον παθόντας, αὐτὸς καταρτίσαιὑμᾶς—στηρίξαι,σθενώσαι,θεμελιώσαι.11Αὐτῷ ἡ δόξα καὶ τὸ κράτοςεἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Sign-off

12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾿ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε.13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή· καὶ Μᾶρκος, ὁ υἱός μου.14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν, πᾶσιν τοῖς ἐν Χριστῷ Ἰησοῦ.Ἀμήν.,